Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.250 Joseph. AJ 18.255 (English) >>Joseph. AJ 18.260

18.253Ἡρωδιάδα δὲ μαθὼν Ἀγρίππου ἀδελφὴν οὖσαν τά τε χρήματα ἐδίδου ὁπόσα ἐκείνῃ ἰδίᾳ ἦν καὶ τοῦ μὴ κοινωνεῖν νομίσας τῷ ἀνδρὶ τῆς συμφορᾶς τεῖχος αὐτῇ τὸν ἀδελφὸν ἔλεγεν. 18.254 δέἀλλὰ σὺ μέν, αὐτόκρατορ, εἶπεν, μεγαλοφρόνως τε καὶ ἀξιώματι τῷ σαυτοῦ πρεπόντως τάδε λέγεις, κώλυμα δέ μοί ἐστιν χρῆσθαί σου τῇ χάριτι τῆς δωρεᾶς εὔνοια πρὸς τὸν γεγαμηκότα, οὗ κοινωνόν με τῆς εὐδαιμονίας γενομένην οὐ δίκαιον ἐγκαταλιπεῖν τὸ ἐπὶ ταῖς τύχαις καθεσταμένον.” 18.255 δὲ ὀργῇ τοῦ μεγαλόφρονος αὐτὴν ποιησάμενος συνήλαυνεν καὶ αὐτὴν τῷ Ἡρώδῃ καὶ τὴν οὐσίαν αὐτῆς τῷ Ἀγρίππᾳ δίδωσιν. Ἡρωδιάδι μὲν δὴ φθόνου τοῦ πρὸς τὸν ἀδελφὸν καὶ Ἡρώδῃ γυναικείων ἀκροασαμένῳ κουφολογιῶν δίκην ταύτην ἐπετίμησεν θεός. 18.256Γάιος δὲ τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἑξῆς πάνυ μεγαλοφρόνως ἐχρῆτο τοῖς πράγμασιν καὶ μέτριον παρέχων αὑτὸν εἰς εὔνοιαν πολλὴν προυχώρει παρά τε Ῥωμαίοις αὐτοῖς καὶ τοῖς ὑπηκόοις. προϊὼν δʼ ἐξίστατο τοῦ ἀνθρωπίνως φρονεῖν ὑπὸ μεγέθους τῆς ἀρχῆς ἐκθειάζων ἑαυτὸν καὶ τὰ πάντα ἐπʼ ἀτιμίᾳ τοῦ θείου πολιτεύειν ἦρτο. 18.257

Καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίων τε οἳ ἐνοικοῦσι καὶ Ἑλλήνων τρεῖς ἀφʼ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν ὡς τὸν Γάιον. καὶ ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν ἄλλα τε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.250 Joseph. AJ 18.255 (English) >>Joseph. AJ 18.260

Powered by PhiloLogic